Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.12 Joseph. AJ 19.17 (English) >>Joseph. AJ 19.22

19.15ὅθεν, ἐπειδὴ τοῖς τε ἁπάντων νόμοις καὶ τῷ ἀσφαλεῖ μεγάλην συνήνεγκεν εὐδαιμονίας ῥοπὴν θάνατος αὐτοῦ ἔθνει τε τῷ ἡμετέρῳ οὐδὲ εἰς ὀλίγον ἐξεγεγόνει μὴ οὐκ ἀπολωλέναι μὴ ταχείας αὐτῷ τελευτῆς παραγενομένης, βούλομαι δὲ διʼ ἀκριβείας τὸν πάντα περὶ αὐτοῦ λόγον διελθεῖν, 19.16ἄλλως τε ἐπειδὴ καὶ πολλὴν ἔχει πίστιν τοῦ θεοῦ τῆς δυνάμεως καὶ παραμυθίαν τοῖς ἐν τύχαις κειμένοις καὶ σωφρονισμὸν τοῖς οἰομένοις ἀίδιον τὴν εὐτυχίαν, ἀλλὰ μὴ ἐπιμεταφέρειν κακῶς ἀρετῆς αὐτῇ μὴ παραγενομένης. 19.17

Ὁδοὺς μὲν δὴ τρεῖς θάνατος αὐτοῦ παρεσκευάζετο καὶ τούτων ἑκάστης ἄνδρες ἀγαθοὶ τὴν ἡγεμονίαν εἶχον. Αἰμίλιός τε γὰρ Ῥῆγλος ἐκ Κορδύβης τῆς ἐν Ἰβηρίᾳ γένος συνεῖχέν τινας διʼ ἐκείνων διʼ αὐτοῦ πρόθυμος ὢν ἄρασθαι Γάιον. 19.18ἑτέρα δὲ αὐτοῖς συνεκροτεῖτο, ἧς Χαιρέας Κάσσιος χιλίαρχος ἡγεμὼν ἦν. Μινουκιανὸς δὲ Ἄννιος οὐκ ὀλίγη μοῖρα τῶν ἐπὶ τὴν τυραννίδα παρεσκευασμένων ἦν. 19.19αἰτία δʼ αὐτοῖς μίσους τοῦ πρὸς Γάιον συνελθεῖν, Ῥήγλῳ μὲν τὸ ἐπὶ πᾶσιν ὀργίλον καὶ μίσει χρώμενον πρὸς τὰ μετʼ ἀδικίας ἐξαγόμενα· καὶ γὰρ ἔχει τι θυμοειδὲς ἐν τῇ διανοίᾳ καὶ ἐλευθέριον, ὑφʼ οὗ μηδὲ στέγειν προστίθεσθαι τῶν βουλευμάτων· πολλοῖς γοῦν ἀνεκοινώσατο καὶ φίλοις καὶ ἄλλοις δοκοῦσιν αὐτῷ δραστηρίοις.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.12 Joseph. AJ 19.17 (English) >>Joseph. AJ 19.22

Powered by PhiloLogic